Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.367 Joseph. AJ 15.373 (English) >>Joseph. AJ 15.378

15.371ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ παρʼ ἡμῖν Ἐσσαῖοι καλούμενοι· γένος δὲ τοῦτʼ ἔστιν διαίτῃ χρώμενον τῇ παρʼ Ἕλλησιν ὑπὸ Πυθαγόρου καταδεδειγμένῃ. 15.372περὶ τούτων μὲν οὖν ἐν ἄλλοις σαφέστερον διέξειμι. τοὺς δὲ Ἐσσηνοὺς ἀφʼ οἵας αἰτίας ἐτίμα μεῖζόν τι φρονῶν ἐπʼ αὐτοῖς κατὰ τὴν θνητὴν φύσιν, εἰπεῖν ἄξιον· οὐ γὰρ ἀπρεπὴς λόγος φανεῖται τῷ τῆς ἱστορίας γένει παραδηλῶν καὶ τὴν ὑπὲρ τούτων ὑπόληψιν. 15.373

Ἦν τις τῶν Ἐσσηνῶν Μανάημος ὄνομα καὶ τἆλλα κατὰ τὴν προαίρεσιν τοῦ βίου καλοκαγαθίαν μαρτυρούμενος καὶ πρόγνωσιν ἐκ θεοῦ τῶν μελλόντων ἔχων. οὗτος ἔτι παῖδα τὸν Ἡρώδην εἰς διδασκάλου φοιτῶντα κατιδὼν βασιλέα Ἰουδαίων προσηγόρευσεν. 15.374 δʼ ἀγνοεῖν κατειρωνεύεσθαι νομίζων αὐτὸν ἀνεμίμνησκεν ἰδιώτης ὤν. Μανάημος δὲ μειδιάσας ἠρέμα καὶ τύπτων τῇ χειρὶ κατὰ τῶν γλουτῶνἀλλά τοι καὶ βασιλεύσεις, ἔφη, καὶ τὴν ἀρχὴν εὐδαιμόνως ἀπάξεις· ἠξίωσαι γὰρ ἐκ θεοῦ. καὶ μέμνησο τῶν Μαναήμου πληγῶν, ὥστε σοι καὶ τοῦτο σύμβολον εἶναι τῶν κατὰ τὴν τύχην μεταπτώσεων. 15.375ἄριστος γὰρ τοιοῦτος λογισμός, εἰ καὶ δικαιοσύνην ἀγαπήσειας καὶ πρὸς τὸν θεὸν εὐσέβειαν ἐπιείκειαν δὲ πρὸς τοὺς πολίτας· ἀλλʼ οὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι τὸ πᾶν ἐπιστάμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.367 Joseph. AJ 15.373 (English) >>Joseph. AJ 15.378

Powered by PhiloLogic